Found 45 Results for: ουρανός/page/1/page/2/page/4
καὶ συνετελέσθησαν ὁ οὐρανὸς καὶ ἡ γῆ καὶ πᾶς ὁ κόσμος αὐτῶν (Gênesis 2, 1)
ἰδοὺ κυρίου τοῦ θεοῦ σου ὁ οὐρανὸς καὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ ἡ γῆ καὶ πάντα ὅσα ἐστὶν ἐν αὐτῇ (Deuteronômio 10, 14)
καὶ ἔσται σοι ὁ οὐρανὸς ὁ ὑπὲρ κεφαλῆς σου χαλκοῦς καὶ ἡ γῆ ἡ ὑποκάτω σου σιδηρᾶ (Deuteronômio 28, 23)
καὶ κατασκηνώσει Ισραηλ πεποιθὼς μόνος ἐπὶ γῆς Ιακωβ ἐπὶ σίτῳ καὶ οἴνῳ καὶ ὁ οὐρανὸς αὐτῷ συννεφὴς δρόσῳ (Deuteronômio 33, 28)
κύριε ἐν τῇ ἐξόδῳ σου ἐν Σηιρ ἐν τῷ ἀπαίρειν σε ἐξ ἀγροῦ Εδωμ γῆ ἐσείσθη καὶ ὁ οὐρανὸς ἔσταξεν δρόσους καὶ αἱ νεφέλαι ἔσταξαν ὕδωρ (Juízes 5, 4)
ὅτι εἰ ἀληθῶς κατοικήσει ὁ θεὸς μετὰ ἀνθρώπων ἐπὶ τῆς γῆς εἰ ὁ οὐρανὸς καὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ οὐκ ἀρκέσουσίν σοι πλὴν καὶ ὁ οἶκος οὗτος ὃν ᾠκοδόμησα τῷ ὀνόματί σου (I Reis 8, 27)
καὶ ἐγένετο ἕως ὧδε καὶ ὧδε καὶ ὁ οὐρανὸς συνεσκότασεν νεφέλαις καὶ πνεύματι καὶ ἐγένετο ὑετὸς μέγας καὶ ἔκλαιεν καὶ ἐπορεύετο Αχααβ εἰς Ιεζραελ (I Reis 18, 45)
καὶ τίς ἰσχύσει οἰκοδομῆσαι αὐτῷ οἶκον ὅτι ὁ οὐρανὸς καὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ οὐ φέρουσιν αὐτοῦ τὴν δόξαν καὶ τίς ἐγὼ οἰκοδομῶν αὐτῷ οἶκον ὅτι ἀλλ’ ἢ τοῦ θυμιᾶν κατέναντι αὐτοῦ (II Crônicas 2, 5)
ὅτι εἰ ἀληθῶς κατοικήσει θεὸς μετὰ ἀνθρώπων ἐπὶ τῆς γῆς εἰ ὁ οὐρανὸς καὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ οὐκ ἀρκέσουσίν σοι καὶ τίς ὁ οἶκος οὗτος ὃν ᾠκοδόμησα (II Crônicas 6, 18)
πᾶσα ἡ γῆ τὴν ἀλήθειαν καλεῖ καὶ ὁ οὐρανὸς αὐτὴν εὐλογεῖ καὶ πάντα τὰ ἔργα σείεται καὶ τρέμει καὶ οὐκ ἔστιν μετ’ αὐτοῦ ἄδικον οὐθέν (Esdras 4, 36)
ἄνθρωπος δὲ κοιμηθεὶς οὐ μὴ ἀναστῇ ἕως ἂν ὁ οὐρανὸς οὐ μὴ συρραφῇ καὶ οὐκ ἐξυπνισθήσονται ἐξ ὕπνου αὐτῶν (Jó 14, 12)
εἰ κατὰ ἁγίων οὐ πιστεύει οὐρανὸς δὲ οὐ καθαρὸς ἐναντίον αὐτοῦ (Jó 15, 15)