Trouvé 49 Résultats pour: η Κιβωτός της διαθήκης/page/2/page/4/page/2/page/5/page/2
καὶ ἐπεκράτει τὸ ὕδωρ καὶ ἐπληθύνετο σφόδρα ἐπὶ τῆς γῆς καὶ ἐπεφέρετο ἡ κιβωτὸς ἐπάνω τοῦ ὕδατος (Gênesis 7, 18)
καὶ ἐκάθισεν ἡ κιβωτὸς ἐν μηνὶ τῷ ἑβδόμῳ ἑβδόμῃ καὶ εἰκάδι τοῦ μηνός ἐπὶ τὰ ὄρη τὰ Αραρατ (Gênesis 8, 4)
καὶ ἡ φυλακὴ αὐτῶν ἡ κιβωτὸς καὶ ἡ τράπεζα καὶ ἡ λυχνία καὶ τὰ θυσιαστήρια καὶ τὰ σκεύη τοῦ ἁγίου ὅσα λειτουργοῦσιν ἐν αὐτοῖς καὶ τὸ κατακάλυμμα καὶ πάντα τὰ ἔργα αὐτῶν (Números 3, 31)
καὶ ἐξῆραν ἐκ τοῦ ὄρους κυρίου ὁδὸν τριῶν ἡμερῶν καὶ ἡ κιβωτὸς τῆς διαθήκης κυρίου προεπορεύετο προτέρα αὐτῶν ὁδὸν τριῶν ἡμερῶν κατασκέψασθαι αὐτοῖς ἀνάπαυσιν (Números 10, 33)
καὶ διαβιασάμενοι ἀνέβησαν ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους ἡ δὲ κιβωτὸς τῆς διαθήκης κυρίου καὶ Μωυσῆς οὐκ ἐκινήθησαν ἐκ τῆς παρεμβολῆς (Números 14, 44)
ἰδοὺ ἡ κιβωτὸς διαθήκης κυρίου πάσης τῆς γῆς διαβαίνει τὸν Ιορδάνην (Josué 3, 11)
καὶ ἐγένετο ὡς συνετέλεσεν πᾶς ὁ λαὸς διαβῆναι καὶ διέβη ἡ κιβωτὸς τῆς διαθήκης κυρίου καὶ οἱ λίθοι ἔμπροσθεν αὐτῶν (Josué 4, 11)
καὶ ἑπτὰ ἱερεῖς ἔχοντες ἑπτὰ σάλπιγγας ἱερὰς παρελθέτωσαν ὡσαύτως ἐναντίον τοῦ κυρίου καὶ σημαινέτωσαν εὐτόνως καὶ ἡ κιβωτὸς τῆς διαθήκης κυρίου ἐπακολουθείτω (Josué 6, 8)
καὶ περιελθοῦσα ἡ κιβωτὸς τῆς διαθήκης τοῦ θεοῦ τὴν πόλιν εὐθέως ἀπῆλθεν εἰς τὴν παρεμβολὴν καὶ ἐκοιμήθη ἐκεῖ (Josué 6, 11)
ὅτι ἐκεῖ κιβωτὸς διαθήκης κυρίου τοῦ θεοῦ (Juízes 20, 27)
καὶ ὁ λύχνος τοῦ θεοῦ πρὶν ἐπισκευασθῆναι καὶ Σαμουηλ ἐκάθευδεν ἐν τῷ ναῷ οὗ ἡ κιβωτὸς τοῦ θεοῦ (I Samuel 3, 3)
καὶ ἐγενήθη ὡς ἦλθεν κιβωτὸς κυρίου εἰς τὴν παρεμβολήν καὶ ἀνέκραξεν πᾶς Ισραηλ φωνῇ μεγάλῃ καὶ ἤχησεν ἡ γῆ (I Samuel 4, 5)